Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.30 Dem. 40.33 (English) >>Dem. 40.37

40.32νὴ Δίʼ, ἀπράγμων γάρ τις ἴσως ἐστὶν ἄνθρωπος καὶ οὐ φιλόδικος. ἐβουλόμην τἄν, ἄνδρες δικασταί, τοιοῦτον αὐτὸν εἶναι. νυνὶ δὲ ὑμεῖς μὲν οὕτως ἐστὲ κοινοὶ καὶ φιλάνθρωποι, ὥστε οὐδὲ τοὺς τῶν τριάκοντα υἱεῖς φυγαδεῦσαι ἐκ τῆς πόλεως ἠξιώσατε· οὗτος δὲ ἐμοὶ μετὰ Μενεκλέους τοῦ πάντων τούτων ἀρχιτέκτονος ἐπιβουλεύσας, καὶ ἐξ ἀντιλογίας καὶ λοιδορίας πληγὰς συναψάμενος, ἐπιτεμὼν τὴν κεφαλὴν <τὴν> αὑτοῦ τραύματος εἰς Ἄρειον πάγον με προσεκαλέσατο, ὡς φυγαδεύσων ἐκ τῆς πόλεως. 40.33καὶ εἰ μὴ Εὐθύδικος ἰατρός, πρὸς ὃν οὗτοι τὸ πρῶτον ἦλθον δεόμενοι ἐπιτεμεῖν τὴν κεφαλὴν αὐτοῦ, πρὸς τὴν ἐξ Ἀρείου πάγου βουλὴν εἶπεν τὴν ἀλήθειαν πᾶσαν, τοιαύτην ἂν δίκην οὗτος εἰλήφει παρʼ ἐμοῦ <τοῦ> μηδὲν ἀδικοῦντος, ἣν ὑμεῖς οὐδὲ κατὰ τῶν τὰ μέγιστʼ ἀδικούντων ὑμᾶς ἐπιχειρήσαιτʼ ἂν ποιήσασθαι. ἵνα δὲ μὴ δοκῶ διαβάλλειν αὐτόν, ἀνάγνωθί μοι τὰς μαρτυρίας.Μαρτυρίαι

40.34τοῦτον μὲν τοίνυν οὕτω μέγαν καὶ φοβερὸν ἀγῶνά μοι οὐχ ὡς εὐήθης ὤν, ἀλλʼ ὡς ἐπίβουλος καὶ κακοῦργος κατεσκεύασεν. μετὰ δὲ ταῦτα ἀντὶ τοῦ ὀνόματος οὗ ἔθετο αὐτῷ πατὴρ Βοιωτόν, ὥσπερ καὶ πρὸς ὑμᾶς μεμαρτύρηται, ἐπειδὴ ἐκεῖνος ἐτελεύτησε, Μαντίθεον ἑαυτὸν ἐγγράψας εἰς τοὺς δημότας, καὶ τοῦ αὐτοῦ ἐμοὶ καὶ πατρὸς καὶ δήμου προσαγορευόμενος, οὐ μόνον τὴν δίκην ταύτην, περὶ ἧς νυνὶ δικάζομαι, ἀνάδικον ἐποίησεν, ἀλλὰ καὶ χειροτονησάντων ὑμῶν ἐμὲ ταξίαρχον, ἧκεν αὐτὸς ἐπὶ τὸ δικαστήριον δοκιμασθησόμενος, δίκην δὲ ἐξούλης ὠφληκώς, ταύτην οὐκ αὐτὸς ὠφληκέναι φησίν, ἀλλʼ ἐμέ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.30 Dem. 40.33 (English) >>Dem. 40.37

Powered by PhiloLogic